Eretria on Euboia (Southwestern islands, Aegean Islands — Pleiades map), ca. 290 BCE
IG XII,9 207
= SEG 34 (1984), no. 846
= PHI 80788
= AGRW ID# 17938
Copenhagen Inventory info: 177
Broken slab with a very fragmentary inscription (mainly damaged on the left side), found near the temple of Apollo Daphnephorus in a Christian tomb (122 x 74 x 11 cm; letter height: 8 cm).
See the English translation in Csapo and Slater, 196-200 (no. 162).
Translation by:[— — —]ν[— — —]ιηλ[— — —] | [— — —]ν Δαμασίας Παράμονο[ς — — —] | [— — —] Ἑ̣[ρ]μ̣[ό]φαντος Ἀπολλωνίδης Ἀριστίων· αἱρεῖσ[θαι] | [ἄνδρας — — οἵτινες παραγενήσονται εἰ]ς Χαλκίδα διαδώσοντες τὰ ἔργα τοῖς τεχνίτα[ις] || [μηνὸς Ἀπατουριῶνος ὡς Χαλκιδεῖς] ἄγουσι, ὡς δὲ Ἱστιαιεῖς Ἀρείου, ὡς δὲ Ἐρετριεῖς | [— — —] ὅρκος· ὀμόσαι δὲ τοὺς αἱρεθέντας ἔν τε τῆι ἰδίαι πό|[λει — — — καὶ ὅταν π]αραγένωνται εἰς Χαλκίδα τὸν αὐτὸν ὅρκον ἐπὶ τα̣ | [— — — τῶν τε]χνιτῶν τῶν ἐπανγελλομένων τοῖς ἀρίστοις κατ[ὰ] | [— — — οὔτε χ]άριτος ἕνεκα οὔτε ἔχθρας οὐδεμιᾶς, καὶ δῶρα οὐ || [δέξομαι — — —]λη τέχνηι οὐδὲ παρευρέσει οὐδεμιᾶι ἔφεξιν τῆ̣[ς] | [— — — κ]αὶ τὸν Ἀπόλλω καὶ τὴν Δ[ή]μητρα καὶ τὸν Διόνυσον· [καὶ] | [εὐορκοῦντι μέν μοι εἴη τἀγαθά], ἐπιορκοῦντι δὲ τἀναντία. ὑπὲρ ἐργολαβι[ῶ]ν. ἐπειδὰν δὲ | [ὀμόσωσι, διδόντων τὰ ἔργα κηρ]ύ̣ξαντες καὶ ἐπανγείλαντες τοῖς τεχνίταις ἀπὸ τῆς εἰκάδος | [τοῦ Ἀπατουριῶνος μηνός· πεμ]<π>όντων δὲ αὐλητὰς τρεῖς, τραγωιδοὺς τρεῖς, εἰς δὲ Κάρυσ[τ]ον δύο || [— — —] τέτταρας καὶ χοροὺς παίδων τρεῖς καὶ ἀνδρῶν τρεῖς πλ̣ὴν εἰς τὸν χ[ο]|[ρὸν τῶν — — —]ργον ὅστις παρέξει ἱμάτια τοῖς τραγωιδοῖς καὶ κωμωιδοῖς πάντα ὅσων | [ἂν προσδέωνται· καὶ ἐγγύους π]α̣ρ’ ἑκάστου τῶν τεχνιτῶν δεχέσθων ἀξιοχρέους πλὴν μὴ Εὐβοέας. | [ὑπὲρ θεωρῶν· πέμπειν δὲ τ]ὰς πόλεις εἰς τοὺς ἀγῶνας τῶν Διονυσίων καὶ Δημητριείων ἑλομένους θε|[ωροὺς κομίζοντας τὸ κατὰ τ]ὸ ψήφισμα καλλιστεῖον, λαμβάνοντας ἀργύριον παρὰ τῆς ἰδίας πόλε||[ως δραχμὰς — — — κον]τ̣α καὶ συνπονπεύειν καὶ τἆλλα πάντα πράττειν κατὰ τὸν Εὐβοϊκὸν νό̣μο[ν]. | [ὑπὲρ μισθοῦ· διδόναι δὲ πόλι]ν ἑκάστην νομίσματος Δημητριείου αὐλητεῖ δραχμὰς ἑξακοσίας, τραγωιδῶ̣[ι] | [Διονυσίων — —, Δημητριεί]ω̣ν ἀγῶνι {100 drachmai}, κω̣[μ]οιδοῖς {400 drachmai}, ἱματιομίσθει {300 drachmai}· ὑπὲρ σιτηρεσίων· διδότω δὲ καὶ σιτη̣|[ρέσιον ἑκάστη πόλις τοῖς τεχ]νίταις ἡμερῶν πέντε τῆς ἡμέρας ἑκάστης ἐννέ’ ὀβολοὺς καὶ τῶν ἐμβολίμων | [ἡμερῶν — — — τοῖς δὲ διδασ]κάλοις τῶν τραγωιδῶν καὶ κωμωιδῶν ἡμερῶν δέκα, τοῖς δὲ τῶν κυκλίων χορ[ῶν] || [— — — δρα]χμὰς εἴκοσι. ὑπὲρ τῶν ἀγώνων· γίνεσθαι δὲ τοὺς ἀγῶνας τῶν Διονυσίων ἐν Καρ[ύσ]|[τωι μηνὸς — — — ὡς Κα]ρύστιοι ἄγουσι ἀπὸ τῆς δωδεκάτης, ἔπειτα ἐν Ἐρετρίαι μηνὸς Ληναιῶνος ὡς Ἐρετ[ρι]|[εῖς ἄγουσι ἀπὸ τῆς — — —], ἔπειτα ἐν Χαλκίδι μηνὸς Ληναιῶνος ὡς Χαλκιδεῖς ἄγουσι ἀπὸ τῆς εἰκάδος, ἔπειτ̣[α] | [ἐν Ὠρεῶι — — ὡς Ἱστιαιε]ῖς ἄγουσι ἀπὸ τῆς ὀγδόης ἀπιόντος. ὑπὲρ ἐμβολίμων ἡμερῶν· ἐάν που προσδέωνται [— —] | [— — —] ἐ[μβ]ολίμων ἡμερῶν, ἐ[ξε]ῖ̣ν αὐτοῖς ἐνβαλέσθαι μέχρι ἡμερῶν τριῶν· ἄρχειν δὲ τοὺς αὐλητὰς α․․․․α || [— — — τὸ]ν χορὸν εἰσάγειν, τοὺς δὲ τραγωιδοὺς τοὺς ἐργολαβήσαντας καταλ̣[είπ]ειν τοῖς α[ὐ]λη|[ταῖς — — ἐπὶ τὴν — — —]ιαν καὶ τοὺς χοροὺς τῶν ἀνδρῶν τραγωιδῶν τοῖς ὑποκριταῖς τὰ ἱμάτια νέα πα|[ρέχειν — — — εἰσ]άγει· τοὺς δὲ χορηγοὺς τοὺς ἀποδεδειγμένους ἐν ταῖς πόλεσι δέχε[σ]θαί τε τοὺς τ[ε]|[χνίτας — — —] κ̣ατὰ τοὺς νόμους· [ὑ]πὲρ τῆς κρίσεως· ἐπειδὰν δὲ ὁ ἀγὼν γένηται, κρινόντων [οἱ κ]ριταὶ | [— — —]ους γράψαντες εἰς γρ[αμμ]ατεῖον καὶ θέντες εἰς τὸ φανερὸν π̣ρ̣[ὸ]ς τὸν ἀρ[χαῖον ν]α[ὸ]ν̣ ο̣[ὗ] || [— — —]κ̣ κηρυ̣[σσέ]τω [τὰ ὀ]νόματα τῶν χορηγῶν ἐπὶ τοὺς τεχνίτας, ὁ δὲ [ἄ]ρχων [τοὺς] κεκριμένους | [— — — καὶ ὁ ποιητὴς] τοῦ δράματος νικάτω. ὑπὲρ Δημητριέων· εἰς δὲ τὰ Δημητρίεια τὰς ἐργολαβία̣ς γίν[εσ]θαι ἐν | [Χαλκίδι — — —]ν̣εσθειαν ἀπὸ τῶν πόλεων, τὸν δὲ ἀγῶνα ποιούντων πρῶτον ἐν Ὠρεῶι τοῦ Δημητριῶνος μη[νὸς] | [ὡς Ἱστιαιεῖς ἄγουσι ἀπὸ τῆς — —]της ἱσταμένου, εἶτα ἐν Χαλκίδι το[ῦ Ἱπ]πιῶνος μηνὸς ὡς Χαλκιδεῖς ἄγουσι ἀπὸ τῆς [δωδ]εκάτης, | [εἶτα ἐν Ἐρετρίαι τοῦ — — — ῶ]νος μηνὸς ὡς Ἐρετριεῖς [ἄγ]ουσ̣ι̣ν̣ ἀπ[ὸ] τῆς δεκάτης μετ’ εἰκάδας, ἔπειτα ἐν Καρύστωι τοῦ Βουφο̣ν̣[ι]||[ῶνος μηνὸς ὡς Καρύστιοι ἄ]γ̣ο̣υ̣σι ἀπὸ τῆς ὀγδόης ἀπιόντος· εἶναι δὲ καὶ τῶν Δημητριε<ί>ων τὰς κρίσεις τῶν τεχνιτῶν ἐν ταῖς πόλεσιν ο|[— — —] κ̣α̣θ̣ά̣περ καὶ τοῖς Διονυσίοις [γέ]γραπται· Καρυστίους δὲ χρῆσθαι τοῖς τεχνίταις εἰς τὰ Ἀριστονίκ[ει]α. | [ὑπὲρ ζημιῶν· ἐὰν δέ τ]ινες τῶν τεχνιτῶν λίπωσι τῶν ἔργων τι τῶν ἐγδοθέντων, ἀποτινόντων ζημίαν τὸ διπλάσιον οὗ̣ ἂν̣ | [λάβωσι τὸ ἔργον, ἡ δὲ π]ρᾶξις ἔστω {το} τοῦ τεχνίτου καὶ τοῦ ἐργολάβ[ου καὶ] τοῦ ἐγγύου καθ’ ἑκάστην πόλιν ἐν αἷς ἂν λίπωσιν, κ[αὶ] | [ἔστωσαν ἐντὸς] τῆς Εὐβοίας ἀγώγιμοι καὶ αὐτοὶ καὶ ὅσ’ ἂν ἔχοντες δια[πορε]ύωνται δι’ Εὐβοίας στερέσθων πάντων, ἕως ἂν [ἐκ]||[τείσωσι τ]ὴν ζημίαν καθὰ γέ[γ]ραπται· τὸ δ’ εἰσπραττόμενον ἀργύριον ἀ[πὸ <τῶν> λι]πόντων ἔστω ἱερὸν τοῦ Διονύσου ἐν τεῖ πόλει, ἧι ἂν τ[ὸ] | [ἔργον ἦι], ὅσα δ’ ἂν ἔχοντες διαπορεύωνται, τὰ μὲν ἡμίσεα τοῦ ἀ[φ]ελό[ντος] ἔστω, τὰ δὲ ἡμίσεα τῆς πόλεως, ἐξ ἧς ἂν ὁ ἀφελόμε̣|[νος ἦι]· ἐὰν δέ τις ἐν ταῖς πόλεσι γράψηι ἢ ἐπιψηφίσει ὡς δεῖ ἀφεῖσσθαί [τινος] τῶν τὸ ἔργον λιπόντων τὴν ζημίαν, ἔνοχος | [βι]α̣ί[ω]ν ἔσται {α̣ι} ὅ τε γράψας καὶ ὁ ἐπιψηφίσας, ἐὰμ μή τι ὁ βασιλε[ὺς ἄ]λλο περ[ὶ α]ὐτῶν ἐπιστείληι· τῶι δὲ ἀπὸ τού|[τ]ων γιν[ομέν]ωι [ἀ]ργυρίωι ἐν ταῖς πόλεσιν καταχρήσθων εἰς τὸ ἱερὸν τοῦ [Δι]ονύσου, εἰς ἄλλο δὲ μηθέν. περὶ ἐμβολαίων μην[ῶν]· || [π]ερὶ δὲ τῶν ἐμβολαίων μηνῶν ἐπιμελεῖσθαι τοὺς ἄρχοντας ἐν ταῖς πόλε[σι μ]ετὰ τῶν ἡιρημένων ὅταν καθήκει, ὅπως ἂν ἅμα ἐν | [τ]ῆι Εὐβοίαι γίνωνται. ὑπὲ̣ρ̣ ἐ̣ξ̣ω̣[μ]οσ̣ι̣ῶ̣ν· ἐξωμ̣ο̣σίαν δ̣ὲ̣ εἶναι τοῖς τεχνίτα[ις] τοῖς λιποῦσί τι τῶν ἔργων αὐτοῖς παραγενομέν[οις] | [ε]ἰς τὴν πόλιν οὗ ἂν λίπωσι τὸ ἔργον ἐντὸς τοῦ χειμῶνος ἐν ἐγμήνω[ι· πρ]ότερον δὲ μὴ ε̣ἶ̣ν̣α̣ι̣ ἐ̣ξ̣η̣ρ̣ῆσθαι· παρόντων τ[ῶν] | διδόντων τὰ ἔργα· ἐὰν δέ τις τῶν τεχνιτῶν τῶν λαβόντων τὰ ἔργα ἐ[ν Ε]ὐβοίαι ἀγωνίζηται ἔν τινι πόλει ἐξ ἧς μὴ [ἔστιν] | [αὐτῶι] παραγενέσθαι εἰς τοὺς χρόνους ἐν οἷς οἱ ἀγῶνές εἰσιν ἐν [Εὐ]βοίαι, γινέσθω αὐτῶι ἡ ἐξωμοσία. τὰ δ[ὲ δό]||[ξαντ]α ἀναγράψαι τοὺς ἄρχοντας ἐν ἑκάστ[ηι] τῶν πόλεων ἐν στ[ή]ληι λιθίνηι καὶ ἀν[α]θεῖναι εἰς τὴν πάρ[οδον] | [τοῦ] θεάτρου· τὸ δὲ ἀνάλωμα τὸ εἰς τὴν στήλην ὑποθεῖναι ἑκάστ[ου]ς παρ’ ἑαυ[το]ὺς τῶι θεάτρωι, ὅταν πο̣ή[σωνται τὴν] | [ἔγδο]σ̣ιν κατὰ τὰ ἐπιόντα Διονύσια ὅπως ἂν γίνωνται, τὰς πόλεις ἑλομένας τοὺς ἄνδρας κατὰ τὴν διαγρα[φὴν] | [πέμψαι] εἰς Χαλκίδα πρὸ τῆς εἰκάδος τοῦ Ἀπατουριῶνος μηνός, ὡς Χαλκιδεῖς ἄγουσιν, ὅπως ἂν ἐγδῶσιν τὰ ἔ[ργα] | [τοῖς τεχ]νίταις· τοὺς δὲ προβού[λου]ς καὶ στρατηγοὺς τοὺς Χαλκιδέων ἀποστεῖλαί τινα πρὸς τοὺς τεχνίτας, ἐπανγε[λοῦν<τα>] || [τὰς] ἐργολαβίας κ̣α̣ὶ̣ ὅπ̣ως ἂν παρῶσιν οἱ βουλόμενοι ἐργολαβεῖν τοῦ [Ἀπατ]ουριῶνος μηνὸς ὡς Χαλκιδεῖς ἄγουσιν π[ρὸ] | [εἰκάδων τ]ῶν κατὰ θεόν· ἐὰν δέ τινες τῶν [πρό]τερον ἐζημιωμένων ἐν ταῖς πόλεσιν τεχνιτῶν πρὸ τοῦ τὸν νόμον κυρωθ[ῆ<ναι>] | [βούλ]ωνται ἐργολαβεῖν τὸ Εὐβοϊκὸν ἔργον, εἶναι αὐτοῖς ὅταν παραγένωνται ἐξομοσαμένοις ἀφεῖσθαι τῶν πρότερον ζημ[ιῶν]. | [ἀσφ]άλειαν εἶναι τοῖς ἐργολαβήσασιν τεχνίταις τὸ Εὐβοϊκὸν ἔργον ἐν [ταῖς π]όλεσι ταῖς ἐν Εὐβοίαι πάσαις κατὰ τὸν καιρ[ό]ν, | [ἐὰ]ν τῶν [ἀγ]ώνων ἕνεκεν ἐνδ̣η̣μ̣ῶσι ἀπὸ τῶν πολιτικῶν ἐνκλημάτων· ἐπιμελεῖσθαι δὲ τῆς ἀσφαλείας τοὺς στρατη[γοὺς] || [καὶ] τοὺς ἄρχοντας τοὺς κατὰ πόλ[ι]ν̣. ἐὰν δέ τινες τῶν τεχνιτῶν λίπωσι τῶν ἔργων τι, ἀν̣[α]β[άλλ]εσθαι τὰς ἐγδόσεις τῶν ἔργ[ω]ν | [ἁ]π̣ά̣ντων, εἰ μὴ ἀπε[ίρη]ται, <καὶ> μισ[θ]ῶσαί [πο]θεν τεχνίτας ἀντὶ τῶν λειπόντων, ἐὰν ὦσι δυνατοί· οἱ δὲ μισθωθέντες ὑπαρχόν|τ̣ω[ν καὶ] εἰς τὰς ἄλλας πόλεις, ἐν αἷς ἂν λείπηται τὰ ἔργα· ἐὰν δὲ οἱ τεχνῖται ἢ τῶν ἐργολάβων τινὲς δυνατοὶ ὄντες ἐργολ[α]|β̣ε̣ῖν καὶ βουλομένων αὐτοῖ[ς τῶν ἀρχόν]των τὰ ἔργα διδόναι μὴ ἐργολαβῶσι ἀλλ’ ἐγ ․․6․․․ω̣νται παρὰ τοὺς κειμένου[ς] | τοῖς Εὐβοιεῦσι περὶ τούτων νόμους, ὑποτελεῖς αὐτοὺς εἶναι πάντων ὧν ἂν ἔχοντες ἐπιβαίνωσι τῆς Εὐβοίας καὶ ε̣ἰσάγον̣||[τας] καὶ ἐ̣ξ̣άγοντας· τοὺς δὲ διδόντας τὰ ἔργα οὓς ἂν κρίνωσιν τῶν τεχνιτῶν ἢ τῶν ἐργολάβων ἀδικεῖν περὶ ταῦτα ἀ|[πογ]ράψαι ταῖς ἰδίαις πόλεσιν· ἐπιμελεῖσθαι δὲ μετὰ τῶν ἀρχόντων καὶ στρατηγῶν τοὺς ἡιρημένους πρὸς τὰς ἐργολα|βὰς τρόπωι ὅτωι ἂν ἐπίστωνται, ὅπως οἱ ἀπογραφέντες τὰ τέλη τιθῶσι κατὰ τὰ δόξαντα {τὰ} τοῖς Εὐβοιεῦσιν· ἐὰν | δέ τινες τῶν τεχνιτῶν ἀτακτοῦντές τι περὶ τοὺς ἀγῶνας ζημιωθῶσιν ὑπὸ τῶν ἀγωνοθετῶν, ὑπολογεῖν αὐ|τοῖς τὰς ζημίας ἐκ τῶν μισθῶν ὅταν κομίσωνται παραχρῆμα.
Item added: October 31, 2015
Item modified: December 18, 2020
ID number: 17938
Short link address:
http://www.philipharland.com/greco-roman-associations/?p=17938