Associations in the Greco-Roman World (AGRW)

An expanding collection of inscriptions, papyri, and other sources in translation (run by Philip A. Harland)

Regulations (frag.) for Dionysiac Festivals and Performers (ca. 290 BCE) Eretria on Euboia - Southwestern islands


Eretria on Euboia (Southwestern islands, Aegean Islands — Pleiades map), ca. 290 BCE
IG XII,9 207 = SEG 34 (1984), no. 846 = PHI 80788  = ID# 17938


bibliography            

Broken slab with a very fragmentary inscription (mainly damaged on the left side), found near the temple of Apollo Daphnephorus in a Christian tomb (122 x 74 x 11 cm; letter height: 8 cm).

See the English translation in Csapo and Slater, 196-200 (no. 162).

Translation by:



[— — —]ν[— — —]ιηλ[— — —] | [— — —]ν Δαμασίας Παράμονο[ς — — —] | [— — —] Ἑ̣[ρ]μ̣[ό]φαντος Ἀπολλωνίδης Ἀριστίων· αἱρεῖσ[θαι] | [ἄνδρας — — οἵτινες παραγενήσονται εἰ]ς Χαλκίδα διαδώσοντες τὰ ἔργα τοῖς τεχνίτα[ις] || [μηνὸς Ἀπατουριῶνος ὡς Χαλκιδεῖς] ἄγουσι, ὡς δὲ Ἱστιαιεῖς Ἀρείου, ὡς δὲ Ἐρετριεῖς | [— — —] ὅρκος· ὀμόσαι δὲ τοὺς αἱρεθέντας ἔν τε τῆι ἰδίαι πό|[λει — — — καὶ ὅταν π]αραγένωνται εἰς Χαλκίδα τὸν αὐτὸν ὅρκον ἐπὶ τα̣ | [— — — τῶν τε]χνιτῶν τῶν ἐπανγελλομένων τοῖς ἀρίστοις κατ[ὰ] | [— — — οὔτε χ]άριτος ἕνεκα οὔτε ἔχθρας οὐδεμιᾶς, καὶ δῶρα οὐ || [δέξομαι — — —]λη τέχνηι οὐδὲ παρευρέσει οὐδεμιᾶι ἔφεξιν τῆ̣[ς] | [— — — κ]αὶ τὸν Ἀπόλλω καὶ τὴν Δ[ή]μητρα καὶ τὸν Διόνυσον· [καὶ] | [εὐορκοῦντι μέν μοι εἴη τἀγαθά], ἐπιορκοῦντι δὲ τἀναντία. ὑπὲρ ἐργολαβι[ῶ]ν. ἐπειδὰν δὲ | [ὀμόσωσι, διδόντων τὰ ἔργα κηρ]ύ̣ξαντες καὶ ἐπανγείλαντες τοῖς τεχνίταις ἀπὸ τῆς εἰκάδος | [τοῦ Ἀπατουριῶνος μηνός· πεμ]<π>όντων δὲ αὐλητὰς τρεῖς, τραγωιδοὺς τρεῖς, εἰς δὲ Κάρυσ[τ]ον δύο || [— — —] τέτταρας καὶ χοροὺς παίδων τρεῖς καὶ ἀνδρῶν τρεῖς πλ̣ὴν εἰς τὸν χ[ο]|[ρὸν τῶν — — —]ργον ὅστις παρέξει ἱμάτια τοῖς τραγωιδοῖς καὶ κωμωιδοῖς πάντα ὅσων | [ἂν προσδέωνται· καὶ ἐγγύους π]α̣ρ’ ἑκάστου τῶν τεχνιτῶν δεχέσθων ἀξιοχρέους πλὴν μὴ Εὐβοέας. | [ὑπὲρ θεωρῶν· πέμπειν δὲ τ]ὰς πόλεις εἰς τοὺς ἀγῶνας τῶν Διονυσίων καὶ Δημητριείων ἑλομένους θε|[ωροὺς κομίζοντας τὸ κατὰ τ]ὸ ψήφισμα καλλιστεῖον, λαμβάνοντας ἀργύριον παρὰ τῆς ἰδίας πόλε||[ως δραχμὰς — — — κον]τ̣α καὶ συνπονπεύειν καὶ τἆλλα πάντα πράττειν κατὰ τὸν Εὐβοϊκὸν νό̣μο[ν]. | [ὑπὲρ μισθοῦ· διδόναι δὲ πόλι]ν ἑκάστην νομίσματος Δημητριείου αὐλητεῖ δραχμὰς ἑξακοσίας, τραγωιδῶ̣[ι] | [Διονυσίων — —, Δημητριεί]ω̣ν ἀγῶνι {100 drachmai}, κω̣[μ]οιδοῖς {400 drachmai}, ἱματιομίσθει {300 drachmai}· ὑπὲρ σιτηρεσίων· διδότω δὲ καὶ σιτη̣|[ρέσιον ἑκάστη πόλις τοῖς τεχ]νίταις ἡμερῶν πέντε τῆς ἡμέρας ἑκάστης ἐννέ’ ὀβολοὺς καὶ τῶν ἐμβολίμων | [ἡμερῶν — — — τοῖς δὲ διδασ]κάλοις τῶν τραγωιδῶν καὶ κωμωιδῶν ἡμερῶν δέκα, τοῖς δὲ τῶν κυκλίων χορ[ῶν] || [— — — δρα]χμὰς εἴκοσι. ὑπὲρ τῶν ἀγώνων· γίνεσθαι δὲ τοὺς ἀγῶνας τῶν Διονυσίων ἐν Καρ[ύσ]|[τωι μηνὸς — — — ὡς Κα]ρύστιοι ἄγουσι ἀπὸ τῆς δωδεκάτης, ἔπειτα ἐν Ἐρετρίαι μηνὸς Ληναιῶνος ὡς Ἐρετ[ρι]|[εῖς ἄγουσι ἀπὸ τῆς — — —], ἔπειτα ἐν Χαλκίδι μηνὸς Ληναιῶνος ὡς Χαλκιδεῖς ἄγουσι ἀπὸ τῆς εἰκάδος, ἔπειτ̣[α] | [ἐν Ὠρεῶι — — ὡς Ἱστιαιε]ῖς ἄγουσι ἀπὸ τῆς ὀγδόης ἀπιόντος. ὑπὲρ ἐμβολίμων ἡμερῶν· ἐάν που προσδέωνται [— —] | [— — —] ἐ[μβ]ολίμων ἡμερῶν, ἐ[ξε]ῖ̣ν αὐτοῖς ἐνβαλέσθαι μέχρι ἡμερῶν τριῶν· ἄρχειν δὲ τοὺς αὐλητὰς α․․․․α || [— — — τὸ]ν χορὸν εἰσάγειν, τοὺς δὲ τραγωιδοὺς τοὺς ἐργολαβήσαντας καταλ̣[είπ]ειν τοῖς α[ὐ]λη|[ταῖς — — ἐπὶ τὴν — — —]ιαν καὶ τοὺς χοροὺς τῶν ἀνδρῶν τραγωιδῶν τοῖς ὑποκριταῖς τὰ ἱμάτια νέα πα|[ρέχειν — — — εἰσ]άγει· τοὺς δὲ χορηγοὺς τοὺς ἀποδεδειγμένους ἐν ταῖς πόλεσι δέχε[σ]θαί τε τοὺς τ[ε]|[χνίτας — — —] κ̣ατὰ τοὺς νόμους· [ὑ]πὲρ τῆς κρίσεως· ἐπειδὰν δὲ ὁ ἀγὼν γένηται, κρινόντων [οἱ κ]ριταὶ | [— — —]ους γράψαντες εἰς γρ[αμμ]ατεῖον καὶ θέντες εἰς τὸ φανερὸν π̣ρ̣[ὸ]ς τὸν ἀρ[χαῖον ν]α[ὸ]ν̣ ο̣[ὗ] || [— — —]κ̣ κηρυ̣[σσέ]τω [τὰ ὀ]νόματα τῶν χορηγῶν ἐπὶ τοὺς τεχνίτας, ὁ δὲ [ἄ]ρχων [τοὺς] κεκριμένους | [— — — καὶ ὁ ποιητὴς] τοῦ δράματος νικάτω. ὑπὲρ Δημητριέων· εἰς δὲ τὰ Δημητρίεια τὰς ἐργολαβία̣ς γίν[εσ]θαι ἐν | [Χαλκίδι — — —]ν̣εσθειαν ἀπὸ τῶν πόλεων, τὸν δὲ ἀγῶνα ποιούντων πρῶτον ἐν Ὠρεῶι τοῦ Δημητριῶνος μη[νὸς] | [ὡς Ἱστιαιεῖς ἄγουσι ἀπὸ τῆς — —]της ἱσταμένου, εἶτα ἐν Χαλκίδι το[ῦ Ἱπ]πιῶνος μηνὸς ὡς Χαλκιδεῖς ἄγουσι ἀπὸ τῆς [δωδ]εκάτης, | [εἶτα ἐν Ἐρετρίαι τοῦ — — — ῶ]νος μηνὸς ὡς Ἐρετριεῖς [ἄγ]ουσ̣ι̣ν̣ ἀπ[ὸ] τῆς δεκάτης μετ’ εἰκάδας, ἔπειτα ἐν Καρύστωι τοῦ Βουφο̣ν̣[ι]||[ῶνος μηνὸς ὡς Καρύστιοι ἄ]γ̣ο̣υ̣σι ἀπὸ τῆς ὀγδόης ἀπιόντος· εἶναι δὲ καὶ τῶν Δημητριε<ί>ων τὰς κρίσεις τῶν τεχνιτῶν ἐν ταῖς πόλεσιν ο|[— — —] κ̣α̣θ̣ά̣περ καὶ τοῖς Διονυσίοις [γέ]γραπται· Καρυστίους δὲ χρῆσθαι τοῖς τεχνίταις εἰς τὰ Ἀριστονίκ[ει]α. | [ὑπὲρ ζημιῶν· ἐὰν δέ τ]ινες τῶν τεχνιτῶν λίπωσι τῶν ἔργων τι τῶν ἐγδοθέντων, ἀποτινόντων ζημίαν τὸ διπλάσιον οὗ̣ ἂν̣ | [λάβωσι τὸ ἔργον, ἡ δὲ π]ρᾶξις ἔστω {το} τοῦ τεχνίτου καὶ τοῦ ἐργολάβ[ου καὶ] τοῦ ἐγγύου καθ’ ἑκάστην πόλιν ἐν αἷς ἂν λίπωσιν, κ[αὶ] | [ἔστωσαν ἐντὸς] τῆς Εὐβοίας ἀγώγιμοι καὶ αὐτοὶ καὶ ὅσ’ ἂν ἔχοντες δια[πορε]ύωνται δι’ Εὐβοίας στερέσθων πάντων, ἕως ἂν [ἐκ]||[τείσωσι τ]ὴν ζημίαν καθὰ γέ[γ]ραπται· τὸ δ’ εἰσπραττόμενον ἀργύριον ἀ[πὸ <τῶν> λι]πόντων ἔστω ἱερὸν τοῦ Διονύσου ἐν τεῖ πόλει, ἧι ἂν τ[ὸ] | [ἔργον ἦι], ὅσα δ’ ἂν ἔχοντες διαπορεύωνται, τὰ μὲν ἡμίσεα τοῦ ἀ[φ]ελό[ντος] ἔστω, τὰ δὲ ἡμίσεα τῆς πόλεως, ἐξ ἧς ἂν ὁ ἀφελόμε̣|[νος ἦι]· ἐὰν δέ τις ἐν ταῖς πόλεσι γράψηι ἢ ἐπιψηφίσει ὡς δεῖ ἀφεῖσσθαί [τινος] τῶν τὸ ἔργον λιπόντων τὴν ζημίαν, ἔνοχος | [βι]α̣ί[ω]ν ἔσται {α̣ι} ὅ τε γράψας καὶ ὁ ἐπιψηφίσας, ἐὰμ μή τι ὁ βασιλε[ὺς ἄ]λλο περ[ὶ α]ὐτῶν ἐπιστείληι· τῶι δὲ ἀπὸ τού|[τ]ων γιν[ομέν]ωι [ἀ]ργυρίωι ἐν ταῖς πόλεσιν καταχρήσθων εἰς τὸ ἱερὸν τοῦ [Δι]ονύσου, εἰς ἄλλο δὲ μηθέν. περὶ ἐμβολαίων μην[ῶν]· || [π]ερὶ δὲ τῶν ἐμβολαίων μηνῶν ἐπιμελεῖσθαι τοὺς ἄρχοντας ἐν ταῖς πόλε[σι μ]ετὰ τῶν ἡιρημένων ὅταν καθήκει, ὅπως ἂν ἅμα ἐν | [τ]ῆι Εὐβοίαι γίνωνται. ὑπὲ̣ρ̣ ἐ̣ξ̣ω̣[μ]οσ̣ι̣ῶ̣ν· ἐξωμ̣ο̣σίαν δ̣ὲ̣ εἶναι τοῖς τεχνίτα[ις] τοῖς λιποῦσί τι τῶν ἔργων αὐτοῖς παραγενομέν[οις] | [ε]ἰς τὴν πόλιν οὗ ἂν λίπωσι τὸ ἔργον ἐντὸς τοῦ χειμῶνος ἐν ἐγμήνω[ι· πρ]ότερον δὲ μὴ ε̣ἶ̣ν̣α̣ι̣ ἐ̣ξ̣η̣ρ̣ῆσθαι· παρόντων τ[ῶν] | διδόντων τὰ ἔργα· ἐὰν δέ τις τῶν τεχνιτῶν τῶν λαβόντων τὰ ἔργα ἐ[ν Ε]ὐβοίαι ἀγωνίζηται ἔν τινι πόλει ἐξ ἧς μὴ [ἔστιν] | [αὐτῶι] παραγενέσθαι εἰς τοὺς χρόνους ἐν οἷς οἱ ἀγῶνές εἰσιν ἐν [Εὐ]βοίαι, γινέσθω αὐτῶι ἡ ἐξωμοσία. τὰ δ[ὲ δό]||[ξαντ]α ἀναγράψαι τοὺς ἄρχοντας ἐν ἑκάστ[ηι] τῶν πόλεων ἐν στ[ή]ληι λιθίνηι καὶ ἀν[α]θεῖναι εἰς τὴν πάρ[οδον] | [τοῦ] θεάτρου· τὸ δὲ ἀνάλωμα τὸ εἰς τὴν στήλην ὑποθεῖναι ἑκάστ[ου]ς παρ’ ἑαυ[το]ὺς τῶι θεάτρωι, ὅταν πο̣ή[σωνται τὴν] | [ἔγδο]σ̣ιν κατὰ τὰ ἐπιόντα Διονύσια ὅπως ἂν γίνωνται, τὰς πόλεις ἑλομένας τοὺς ἄνδρας κατὰ τὴν διαγρα[φὴν] | [πέμψαι] εἰς Χαλκίδα πρὸ τῆς εἰκάδος τοῦ Ἀπατουριῶνος μηνός, ὡς Χαλκιδεῖς ἄγουσιν, ὅπως ἂν ἐγδῶσιν τὰ ἔ[ργα] | [τοῖς τεχ]νίταις· τοὺς δὲ προβού[λου]ς καὶ στρατηγοὺς τοὺς Χαλκιδέων ἀποστεῖλαί τινα πρὸς τοὺς τεχνίτας, ἐπανγε[λοῦν<τα>] || [τὰς] ἐργολαβίας κ̣α̣ὶ̣ ὅπ̣ως ἂν παρῶσιν οἱ βουλόμενοι ἐργολαβεῖν τοῦ [Ἀπατ]ουριῶνος μηνὸς ὡς Χαλκιδεῖς ἄγουσιν π[ρὸ] | [εἰκάδων τ]ῶν κατὰ θεόν· ἐὰν δέ τινες τῶν [πρό]τερον ἐζημιωμένων ἐν ταῖς πόλεσιν τεχνιτῶν πρὸ τοῦ τὸν νόμον κυρωθ[ῆ<ναι>] | [βούλ]ωνται ἐργολαβεῖν τὸ Εὐβοϊκὸν ἔργον, εἶναι αὐτοῖς ὅταν παραγένωνται ἐξομοσαμένοις ἀφεῖσθαι τῶν πρότερον ζημ[ιῶν]. | [ἀσφ]άλειαν εἶναι τοῖς ἐργολαβήσασιν τεχνίταις τὸ Εὐβοϊκὸν ἔργον ἐν [ταῖς π]όλεσι ταῖς ἐν Εὐβοίαι πάσαις κατὰ τὸν καιρ[ό]ν, | [ἐὰ]ν τῶν [ἀγ]ώνων ἕνεκεν ἐνδ̣η̣μ̣ῶσι ἀπὸ τῶν πολιτικῶν ἐνκλημάτων· ἐπιμελεῖσθαι δὲ τῆς ἀσφαλείας τοὺς στρατη[γοὺς] || [καὶ] τοὺς ἄρχοντας τοὺς κατὰ πόλ[ι]ν̣. ἐὰν δέ τινες τῶν τεχνιτῶν λίπωσι τῶν ἔργων τι, ἀν̣[α]β[άλλ]εσθαι τὰς ἐγδόσεις τῶν ἔργ[ω]ν | [ἁ]π̣ά̣ντων, εἰ μὴ ἀπε[ίρη]ται, <καὶ> μισ[θ]ῶσαί [πο]θεν τεχνίτας ἀντὶ τῶν λειπόντων, ἐὰν ὦσι δυνατοί· οἱ δὲ μισθωθέντες ὑπαρχόν|τ̣ω[ν καὶ] εἰς τὰς ἄλλας πόλεις, ἐν αἷς ἂν λείπηται τὰ ἔργα· ἐὰν δὲ οἱ τεχνῖται ἢ τῶν ἐργολάβων τινὲς δυνατοὶ ὄντες ἐργολ[α]|β̣ε̣ῖν καὶ βουλομένων αὐτοῖ[ς τῶν ἀρχόν]των τὰ ἔργα διδόναι μὴ ἐργολαβῶσι ἀλλ’ ἐγ ․․6․․․ω̣νται παρὰ τοὺς κειμένου[ς] | τοῖς Εὐβοιεῦσι περὶ τούτων νόμους, ὑποτελεῖς αὐτοὺς εἶναι πάντων ὧν ἂν ἔχοντες ἐπιβαίνωσι τῆς Εὐβοίας καὶ ε̣ἰσάγον̣||[τας] καὶ ἐ̣ξ̣άγοντας· τοὺς δὲ διδόντας τὰ ἔργα οὓς ἂν κρίνωσιν τῶν τεχνιτῶν ἢ τῶν ἐργολάβων ἀδικεῖν περὶ ταῦτα ἀ|[πογ]ράψαι ταῖς ἰδίαις πόλεσιν· ἐπιμελεῖσθαι δὲ μετὰ τῶν ἀρχόντων καὶ στρατηγῶν τοὺς ἡιρημένους πρὸς τὰς ἐργολα|βὰς τρόπωι ὅτωι ἂν ἐπίστωνται, ὅπως οἱ ἀπογραφέντες τὰ τέλη τιθῶσι κατὰ τὰ δόξαντα {τὰ} τοῖς Εὐβοιεῦσιν· ἐὰν | δέ τινες τῶν τεχνιτῶν ἀτακτοῦντές τι περὶ τοὺς ἀγῶνας ζημιωθῶσιν ὑπὸ τῶν ἀγωνοθετῶν, ὑπολογεῖν αὐ|τοῖς τὰς ζημίας ἐκ τῶν μισθῶν ὅταν κομίσωνται παραχρῆμα.

Item added: October 31, 2015
Item modified: January 22, 2016
ID number: 17938
Short link address:
http://www.philipharland.com/greco-roman-associations/?p=17938

Leave a Question, Comment or Correction

Your email address will not be published. Required fields are marked *

*