Associations in the Greco-Roman World (AGRW)

An expanding collection of inscriptions, papyri, and other sources in translation

[243] Regulation of the Association of Epikteta’s Relatives (210-195 BCE) Thera - Southwestern islands


Thera (Southwestern islands, Aegean Islands — Pleiades map)
AGRW 243 = IG XII,3 330 = LSCG 135 = PHI 75847  = ID# 1671

 210-195 BCE

bibliography            

Four plaques of marble that were attached to a base that supported four statues, with an inscription engraved in eight columns. Engraved crowns decorate the top and bottom of each plaque. The “Mouseion” mentioned here is a sanctuary dedicated to the Muses, which also seems to have housed memorial buildings for deceased family members.

Translation under construction.

Translation by: Ascough, Harland, and Kloppenborg



(A)

[Φοῖνιξ {τοῦ δεῖνος}(?)] | Ἀνδραγόρας Φοίνικος. Ἐπικτήτα Γρ[ί]ννου. Κρατησίλοχος Φοίνικος.

(B)

ἐπὶ ἐφόρων τῶν σὺν Φοιβοτέλει | τάδε διέθετο νοοῦσα καὶ φρονοῦσα Ἐπικτήτα | Γρίννου μετὰ κυρίου Ὑπερείδους τοῦ Θρα|συλέοντος συνευαρεστούσας καὶ τᾶς θυγα||τρὸς [Ἐ]πιτελείας τᾶς Φοίνικος· εἴη μέν μοι ὑγιαι|νούσαι καὶ σωιζομέναι τὰ ἴδια διοικέν· εἰ δέ τί κα | γένηται περί με τῶν ἀνθρωπίνων, ἀπολείπω | κατὰ τὰν γεγενημέναν μοι ὑπὸ τοῦ ἀνδρὸς | Φοίνικος ἐντολὰν τοῦ καὶ κατασκευαξαμένου || τὸ Μουσεῖον ὑπὲρ τοῦ μεταλλαχότος ἁμῶν | υἱοῦ Κρατησιλόχου καὶ ἀγαγόντος τὰ ζῶια | καὶ τὸς ἀνδριάντας ἑαυτοῦ τε καὶ Κρατησι|λόχου καὶ τὰ ἡρῶια καὶ ἐνευξαμένου ὥστε | κατασκευάξαι με τὸ Μουσεῖον καὶ θέμεν τάς || τε Μούσας καὶ τὸς ἀνδριάντας καὶ τὰ ἡρῶια· | μετὰ δὲ δύο ἔτη τοῦ ἀπολελειμμένου ἔτι | μου υἱοῦ Ἀνδραγόρα μεταλλάσσοντος τὸν | βίον καὶ ἐντειλαμένου ἐπιτελῆ με ποιῆσαι | τὰν τοῦ πατρὸς αὐτοῦ Φοίνικος ἐντολὰν καὶ || θέμεν καὶ ὑπὲρ αὐτοῦ ὡς καὶ ὑπὲρ τοῦ πατρὸς | καὶ τοῦ ἀδελφοῦ τόν τε ἀνδριάντα καὶ τὸ ἡ|ρῶιον, καὶ συναγαγὲν κοινὸν ἀνδρείου τῶν συγ|γενῶν καὶ δόμεν τῶι κοινῶι τοῦ ἀνδρείου δρα|χμὰς τρισχιλίας πόθοδον ἀφ’ οὗ συναχθη||σοῦντι, ἐπιτετελεκεῖα οὖν καὶ ἑστακεῖα πάν|τα κατὰ τὰς ἐκείνων ἐντολάς, καὶ τὸ κοινεῖ{ν}|ον {κοινεῖον} συναγαγοχεῖα τῶν συγγενῶν, ὧν καὶ τὰ ὀνό|ματα ὑπογέγραπται, ὥστε συνάγεσθαι τὸ κοι|νὸν ἐν τῶι Μουσείωι, δίδωμι δραχμὰς τρισχι||λίας τῶι προδεδηλωμένωι κοινῶι τοῦ ἀνδρεί|ου τῶν συγγενῶν, ὥστε ὀφείλεσθαι αὐτὰς ἐπὶ | τοῖς ὑπάρχουσί μοι αὐτοκτήτοις χωρίοις τοῖς | ἐμ Μελαιναῖ[ς — — — κλα]|ρονόμων κα[ὶ — — —]||χου· ἀπολείπω δὲ τὸ Μουσεῖον [καὶ τὸ τέμενος] | τῶν ἡρώιων τᾶι θυγατρί μου Ἐ[πιτελείαι, ὥσ]|τε παραλαβοῦσαν αὐτὰν καὶ τὰ[ν πόθοδον τῶν] | ἄλλων μοι ὐπαρχόντων τελὲν κα[θ’ ἕκασ]|τον ἔτος ἐμ μηνὶ Ἐλευσυνίωι δραχμὰ[ς δια]||κοσίας δέκα τῶι κοινῶι τοῦ ἀνδρείου [οὗ συν]|αγάγοχα τῶν συγγενῶν. μὴ ἐχέτω [δὲ ἐξου]|σίαν μηθεὶς μήτε ἀποδόσθαι τὸ Μουσεῖον [μή]|τε τὸ τέμενος τῶν ἡρώιων μηδὲ τῶν ἀγαλ|μάτων τῶν ἐν τῶι Μουσείωι μηδὲ τῶν ἐν || τῶι τεμένει τῶν ἡρώιων μηθὲν μήτε κατα|θέμεν μήτε διαλλάξασθαι μήτε ἐξαλλο|τριῶσαι τρόπωι μηθενὶ μηδὲ παρευρέσει | μηδεμιᾶι μηδὲ ἐνοικοδομῆσαι ἐν τῶι τε|μένει μηθέν, εἴ κα μή τις στοὰν οἰκοδομῆσαι || προαιρεῖται, μηδὲ χρῆσαι τὸ Μουσεῖον μηθενί, | εἴ κα μή τις τῶν ἐξ Ἐπιτελείας γάμον ποιῇ· | εἰ δὲ μή, κωλυέσθω ὑπὸ τοῦ κοινοῦ καὶ κύρι|ον ἔστω τὸ κοινὸν κωλῦον τὸν τούτων τι ποι|οῦντα. μή ἐχέτω δὲ ἐξουσίαν μηδὲ ἐξενέγ||και τῶν ἐν τῶι Μουσείωι ὄντων μηθέν· εἰ δὲ μή, | κωλυέσθω ὑπὸ τοῦ κοινοῦ τῶν συγγενῶν | καὶ κύριον ἔστω κωλῦον. τὰν δὲ ἱερατείαν τᾶν | Μουσᾶν καὶ τῶν ἡρώιων ἐχέτω ὁ τᾶς θυγα|τρός μου υἱὸς Ἀνδραγόρας· εἰ δέ τί κα πάθῃ οὗ||τος, ἀεὶ ὁ πρεσβύτατος ἐκ τοῦ γένους τοῦ Ἐπι|τελείας. ὁ δὲ ἀνδρεῖος τῶν συγγενῶν συν|αγέσθω ἐν τῶι Μουσείωι καθ’ ἕκαστον ἔτος | ἐμ μηνὶ Δελφινίωι, λαμβάνων παρὰ τῶν δι|αδόχων μου τὰς διακοσίας δέκα δραχμάς, || ἁμέρας τρεῖς, ἀποδείξας ἐπιμηνίος ἐξ αὐ|τῶν, καὶ θυέτω τᾶι μὲν ἐννεακαιδεκάται | ταῖς Μούσαις, τᾶι δὲ εἰκάδι τοῖς ἥρωσιν {Φοί} | Φοίνικι καὶ Ἐπικτήται, τᾶι δὲ ἀμφεικάδι | Κρατησιλόχωι καὶ Ἀνδραγόραι· εἰ δέ κα μὴ ἀπο{ι}||δῶι {²⁶ἀποδῶι}²⁶ Ἐπιτέλεια [ε]ἲ οἱ κλαρονόμοι αὐτᾶς ἐν τῶι Ἐ|λευσυνίωι μηνὶ τῶι ἀνδρείωι τῶν συγγενῶν | τὰς διακοσίας δέκα δραχμάς, ἔστω ἁ καρπεία | τῶν προδεδη[λ]ωμένων χωρίων τῶν ἐμ Μελαι|ναῖς τοῦ κοινο[ῦ] τοῦ ἀνδρείου τῶν συγγενῶν || ποτὶ τὰς διακοσί[α]ς δραχμάς· εἰ δέ κα προαιρῶνται | τὰν ἀσφάλειαν, [δ]όμεν οἱ διάδοχοί μευ τῶι κοινῶι | τοῦ ἀνδρείου τᾶν τρισχιλιᾶν δραχμᾶν καὶ ἐς ἄλλα | χωρία ἐξουσίαν ἐχόντων, διδόντες ἀσφαλεῖς | τὰς ὑποθήκας. τῶν δὲ συγγενῶν ὧν συναγά||γοχα ὀνόματά ἐστι τὰ ὑπογεγραμμένα· | Ὑπερείδης Θρασυλέοντος, Ἀντισθένης Ἰσοκλεῦς, | κατὰ δε [υἱ]οθεσί[α]ν Γρίννου, Ἀριστόδαμος Ἰσοκλεῦς, | Τιμήσιος Πραξι[τ]έλους, Εὐαγόρας Προκλείδα, | Προκλείδας Εὐ[α]γόρα, Καρτιδάμας Προκλείδα, || Ἁγνο<σ>θένης Καρτιδάμα, Προκλείδας Ἀλκιμέδοντος, | Βωλακράτης Ἀγ[λ]ωσθένους, Ἀρχίνικος Γοργώπα, | Στάρτοφος Βω[λ]ακράτους, Γοργώπας Ἀρχινίκου, | Γοργώπας Ἐχε[σ]τρατου, Γοργώπας Καρτιδάμα, | Ἀγαθόστρατος [Κρ]ατησιλόχου, Μόλλις Πολυμήδευς, || Καρτιδάμας κα[ὶ] Κρατησίλοχος καὶ Δίων | καὶ Δωροκλε[ί]δας οἱ Ἀγαθοστράτου, | Ἵμερτος Ἱμερο[φ]ῶντος, Κρίτος Τεισάνορος, | Πολύνικος κ[αὶ] Εὐαγόρας οἱ Σωτέλους. | πορευέσθωσ[αν] δὲ καὶ αἱ τούτοις συνοικοῦσαι γυ||ναῖκες καὶ τὰ [τέ]κνα αὐτῶν, τὰ μὲν θήλεια ἕως | κα ᾖ ὑπὸ τὸν πα[τ]έρα, τὰ δὲ ἄρσενα καὶ ἐν ἁλικίαι γε|νόμενα καὶ τὰ ἐκ τούτων κατὰ τὰ αὐτά· πορευέσ|θων δὲ καὶ αἱ ἐπίκλαροι καὶ οἱ συνοικοῦντες αὐ|ταῖς καὶ τὰ ἐκ τα[υ]τᾶν τέκνα κατὰ τὰ αὐτὰ τοῖς προ||γεγραμμένοις· πορευέσθω δὲ καὶ ἁ ὁμώνυμός | μου Ἐπικτητα καὶ ἁ θυγάτηρ μου Ἐπιτέλεια καὶ | αἱ Γοργώπα θυ[γ]ατέρες Μνασὼ καὶ Αἰνησίππα | καὶ αἱ Θρασυλέοντος θυγατέρες Βασιλοδίκα | καὶ Τελεσίππ[α] καὶ Καλλιδίκα ἁ Ἰσοκλεῦς καὶ οἱ || ταύταις συνοι[κ]οῦντες· πορευέσθω δὲ καὶ ἁ Ἀρι|στάρχου θυγάτηρ Ἐπιτέλεια καὶ τὰ ἐκ ταυτᾶν τέκνα. | μάρτυρες· Χαρ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ Εὐαγόρας Προκλεί[δα] | Ἀντισθένης [Ἰσοκλεῦς, κατὰ δὲ υἱοθεσίαν Γρίννου]. | ἐπὶ ἐφόρων τῶν σὺν Ἱμέρτωι, Διοσθύου· || ἐπειδὴ Ἐπικτήτα Γρίννου μετὰ κυρίου τοῦ τᾶς | θυγατρὸς ἀνδρὸς Ὑπερείδους τοῦ Θρασυλέον|τος, συνευαρεστούσας καὶ τᾶς θυγατρὸς αὐ|τᾶς Ἐπιτελείας, ἐπιδέδωκε ἐς θυσίαν ταῖς | Μούσαις καὶ τοῖς ἥρωσι καὶ ἐς ἀνδρείου τῶν συγ|γενῶν συναγωγὰν κατὰ διαθήκαν δραχμὰς | τρισχιλίας, ἐς ἃς καὶ λαμβάνεν καθ’ ἕκαστον | ἔτος παρὰ τῶν διαδόχων αὐτᾶς δραχμὰς δι|ακοσίας δέκα, ὥστε γίνεσθαι τὰν συναγω|γὰν ἐπ’ ἁμέρας τρεῖς ἐν τῶι Μουσείωι ὧι αὐτὰ || κατεσκεύωκε ὑπέρ τε τοῦ ἀνδρὸς αὐτᾶς Φοί|νικος καὶ αὑτᾶς καὶ τῶν υ[ἱῶν] Κρατησιλόχου | καὶ Ἀνδραγόρα, καὶ θύεν τὸ[ν μὲ]ν τὰν πράταν ἐπι|μηνιεύοντα ταῖς Μούσαι[ς, τὸ]ν δὲ τὰν δευτέ|ραν τοῖς ἥρωσι Φοίνικι καὶ [Ἐπικ]τήται, τὸν δὲ || τὰν τρίταν τοῖς ἥρωσι Κρατ[ησ]ιλόχωι καὶ Ἀν|δραγόραι, ἀγαθᾶι τύχαι, δεδόχθαι τάν τε ἐπαγ|γελίαν ἀποδέξασθαι αὐτᾶς καὶ ποιεῖσθαι {τὰν} | τὰν συναγωγὰν ἀπὸ τοῦ πράτου ἀλείμματος, | καὶ ἐπιχεῖσθαι πάντας ἀπὸ δείπνου ἐπὶ τὸ πρᾶ||τον ποτείριον τᾶν τε Μουσᾶν και Φοίνικος καὶ Ἐπι|κτήτας καὶ Κρατησιλόχου καὶ Ἀνδραγόρα· τὰν | δὲ συναγωγὰν τοῦ ἀνδρείου τῶν συγγενῶν | γίνεσθαι ἐμ μηνὶ Δελφινίωι ἐν τῶι Μουσείωι κα|θ’ ἕκαστον ἔτος ἁμέρας τρεῖς, καὶ λειτουργὲν || ἅπαξ ἀνὰ πρεσβύτατα δωρεὰν πάντας, ὁμοί|ως δὲ καὶ τὸς ἐκ τούτων γενομένος, καὶ παρα|γινομένος ἐς τὸ κοινεῖον λειτουργὲν γενο|μένος ἐκ τῶν ἐφήβων τὰν πράταν ἐπιμηνιεί|αν δωρεάν. παρεξοῦντι δὲ οἱ δωρεὰν ἐπιμη||νιεύομες οἶνον ξενικὸν ἱκανὸν δόκιμον ἕως | τριῶν πινόντων, στεφάνος, μουσικόν, μύρον· | εἰ δέ κά τις μὴ ἐπιμηνιεύσηι κατὰ τὰ γεγραμμέ|να, ἀποτεισάτω τῶι κοινῶι δραχμὰς ἑκατὸν καὶ | πρασσέσθω ὑπὸ τοῦ [κατα]τυγχάνοντος ἀρτυ||τῆρος κατὰ [τὸς] νόμος καὶ μὴ μετεχέτω τοῦ | κοινοῦ ἐς ὅ [κα ἐκ]τείση. ἐπὶ δὲ ταῦτα τὰ ἔτη | τὰν πίπτο[υσαν] πόθοδον τῶι κοινῶι ὁ κατα|τυγχάνω[ν] ἀ[ρτυ]τὴρ πράξας ἀποδιδότω ἐπὶ | σύλλογον καὶ ἐγδανειζέσθω ὑπὸ τῶν αἱρε||θέντων ἐγ[δ]ανειστᾶν ἐπὶ ὑποθήκαις ἐγγαί|οις ἀξιοχρέοις χωρὶ τοῦ ἀφαιρουμένου ἐς | τὰς θυσία[ς] ταῖς τε Μούσαις καὶ τοῖς ἥρωσι | κατὰ τὰν δι[α]θήκαν· ἀφαιρούντων δὲ καὶ συλ|λογευτικὸν μὴ πλεῖον δραχμᾶν δεκαπέν||τε. εἰ δέ κα [ἐγ] δωρεᾶς ἐπιμήνιοι μηκέτ’ ὧντι, | δεξοῦν[ται] κατὰ τὸ ἑξᾶν ἀνὰ πρεσβύτατα | πάντες οἱ [π]αραγινόμενοι, καθὼς γέγραπται | καὶ τὸς δω[ρ]εὰν δεχομένος, καὶ λαμψοῦνται | παρὰ τοῦ ἀρτυτῆρος δραχμὰς πεντήκοντα || πρὸ τοῦ τὰν σύνοδον ἧμεν πρὸ ἁμερᾶν δέ|κα· εἰ δέ κα [μ]ὴ δέξηται λαβών, ἀποτεισάτω | δραχμὰς [ἑ]κατὸν πεντήκοντα, καὶ πραξά|τω αὐτὸν [ὁ] ἀρτυτήρ, καὶ ἐνεχύραστος [ἔ]σ|τω αὐτῶι [κ]ατὰ τὸς νόμος· ἐς ὅ δέ κα ἐκτεί||σῃ, μὴ μετ[ε]χέτω τοῦ κοινοῦ. ἐπιμ[η]νιευσά|τω δὲ κατ’ αὐτὸν ὁ ἀρτυτὴρ καὶ κομισάσθω | ἀπὸ τᾶν ποθόδων πρᾶτος. τὸ δὲ δεῖπνον | γινέσθω [ὥ]ς κα δόξει τῶι κοινῶι καὶ ἀφ’ ὅ|σου κα δό[ξ]ει. ὁ δὲ ἀρτυτὴρ εἴ κα μὴ ἐξοδιά||ξει τοῖς ἐ[π]ιμηνίοις κατὰ τὰ γεγραμμένα, ὁ | μὲν ἐπιμ[ή]νιος πάντως δεχέσθω καὶ θυ|έτω τὰν ἐ[π]ιβάλλουσαν αὐτῶι θυσίαν· ὁ δὲ | ἀρτυτὴρ ὧι κα μὴ ἐξοδιάξει ἐπιμηνίωι, ὀφει|λέτω δρα[χ]μὰς ἑκατὸν πεντήκοντα καὶ ἁ || πρᾶξις ἔσ[τ]ω τῶι μὴ λαβόντι κατὰ τοῦ ἀρτυ|τῆρος κατ’ [ἐ]νεχυρασίαν κατὰ τὸς νόμος, καὶ | μὴ μετεχ[έτ]ω τοῦ κοινοῦ ἐς ὅ κα ἐκτείσῃ· θυ|έτω δὲ ὁ [μὲ]ν τὰν πράταν ἐπιμηνιεύων ἁμέ|ραν ταῖς [Μο]ύσαις ἱερεῖον καὶ ἱερά, ἐλλύτας || ἐκ πυρῶ[ν χο]ινίκων πέντε καὶ τυροῦ καπυ|ροῦ στατῆρος· παρεξεῖ δὲ καὶ στεφά[νο]ς τοῖς | θεοῖς καὶ τὰ λοιπὰ τὰ ποτὶ τὰν θυσί[αν π]άντα· | ἀπὸ δὲ τούτων καρπωσεῖ τοῖς θεο[ῖς τ]ά τε ἐ|κ τοῦ ἱερείου νενομισμένα ἱερὰ καὶ ἐ[λλύ]ταν. ὁ || δὲ τὰν δευτέραν τοῖς ἥρωσι Φοίνικ[ι κ]αὶ Ἐπι|κτήται ἱερεῖον καὶ ἱερά, ἐλλύτας ἐκ π[υ]ρῶν χοι|νίκων πέντε, καὶ τυροῦ καπυροῦ στ[α]τῆρος· | παρεξεῖ δὲ καὶ στεφάνος τοῖς ἥρωσ[ι] καὶ τὰ λοι|πα τὰ ποτὶ τὰν θυσίαν πάντα, καὶ καρ[π]ωσεῖ τά || τε ἐκ τοῦ ἱερείου νομιζόμενα ἱερὰ κ[α]ὶ ἐλλύ|ταν καὶ ἄρτον καὶ πάρακα καὶ ὀψάρια τ[ρί]α. ὁ δὲ | τὰν τρίταν θυσεῖ τοῖς ἥρεσι Κρατησι[λό]χωι καὶ | Ἀνδραγόραι κατὰ τὰ αὐτὰ καθ’ ἃ γέγρ[απ]ται θύ|εν Φοίνικ[ι] καὶ Ἐπικτήται, οἱ δὲ ἐπιμήν[ιοι] οἱ θύον||τες τὰς θυσίας ταύτας ἀποδωσο[ῦ]ντι τῶι | κοινῶι τός τε [ἐ]λλύτας πάντας κ[α]ὶ τῶν | σπλάγχνων τὰ ἡμίση· τὰ δὲ λοιπὰ [ἑ]ξοῦντι | αὐτοί· ὁ{ι} δὲ ἀρτυτὴρ διελεῖ τὰ ἱερὰ τ[ο]ῖς παροῦ|σι. εἰ δέ κα ᾖ ἐπιμηνιεία δωρεάν, πω[λ]είτω ὁ ἐ||πίσσοφος ὅστις θυσεῖ τὰς θυσίας [τ]αύτας | κατὰ τὰ γεγραμμένα· ὅσα δέ κα ἀπ[ο]δῶται, ὁ | ἀρτυτὴρ ἐξοδιαζέτω. αἱρείσθω δ[ὲ] τὸ κοινὸν | καὶ ἐπίσσοφον· ὁ δὲ αἱρεθεὶς συναγ[έ]τω σύλ|λογον καθ’ ἐνιαυτὸν ἐν τᾶι δευτέρ[αι] ἁμέραι || καὶ προνοείσθω πάντων τῶν κατὰ τὸ κοινόν, | ὅπως διοικῆται τὰ γεγραμμένα ἔν τε τᾶι δια|θήκαι καὶ τῶι νόμωι, καὶ ἐγγραφέτω τός τε | ἐπιμηνίος καὶ τὸν ἀρτυτῆρα ἀνὰ [π]ρεσβύτα|τα καὶ ἐπίσσοφον καὶ ἐγδανειστὰς καὶ εἴ κά || τις μὴ ἐπιμηνιεύσει ὀφείλοντά τ[ε ἐ]κ τοῦ νό|μου ἐπίτιμον, καὶ εἴ τί κα ἄλλο αὐτῶ[ι ἐπ]ιβάλ|λει ἐγγράφεν κατὰ τὸν νόμον εἲ τὰν [δι]αθήκαν | καὶ τὰ δόξαντα τῶι κοινῶι. γραφέτω δὲ καὶ τὰν | ἔσοδον καὶ ἔξοδον τὰν γινομένα[ν ἐπ’(?)] αὐτοῦ || καὶ εἴ τί κα ἄλλο ὀφείλειται τῶι κοιν[ῶι]. εἰ δέ κα | μὴ ποεῖ τὰ ποτιτεταγμένα, ὀφειλ[έτ]ω τῶι κοι|νῶι δραχμὰς τριακοσίας, καὶ τοῦ κοινοῦ | μὴ μετεχέτω ἐς ὅ κα ἐκτείσῃ, καὶ πρακτὸς | ἔστω ὑπὸ τῶν αἱρεθέντων ἀνδρῶν ὑπὸ || τοῦ κοινοῦ κατ’ ἐνεχυρασίαν κατὰ τὸς νό|μος. ὁ δὲ ἀρτυτὴρ ὁ αἱρεθεὶς πραξεῖ τὰ ὀ|φειλόμενα τῶι κοινῶι κατά τε τὰν διαθή|καν καὶ τὰ λοιπὰ πάντα τὰ παραγραφέντα | αὐτῶι ὑπό τοῦ ἐπισσόφου, καὶ ἐξοδιαξεῖ || τοῖς τε ἐπιμηνίοις τὰ γεγραμμένα ἐν | τοῖς νόμοις καὶ τὸ συλλογευτικὸν καὶ | τὰ ἐς τὰς θυσίας, ὅκα κα μὴ ὦντι πραταί, | καὶ εἴ τί κα ἄλλο δόξει τῶι κοινῶι· τὰ δὲ λοι|πὰ ἀποδωσεῖ ἐπὶ σύλλογον. εἰ δέ κα μὴ ἐ||ξοδιάξει τι τῶν γεγραμμένων εἲ τὰ πε|ρισσὰ χρήματα μὴ ἀποδῷ ἐπὶ σύλλογον, | ὀφειλέτω ὅ κα τούτων μὴ ποήσει δι|πλοῦν τῶι κοινῶι τὸ χρῆμα, καὶ ἐγγραφέ|τω αὐτὸν ὁ ἐπίσσοφος ἐς τὰ τοῦ κοινοῦ || γράμματα, ὅ κα μὴ ποήσει τούτων, ὀφεί|λοντα διπλοῦν· καὶ τοῦ κοινοῦ στερέσθω | ἐς ὅ κα ἐκτείσει, καὶ πρακτὸς ἔστω ὑπὸ | τῶν αἱρεθέντων ἀνδρῶν ἀπὸ ἐνεχυρα|σίας κατὰ τὸς νόμος· τοῖς δὲ ἐπιμηνίοις, || εἴ κα μὴ ἐξοδιάξει, ἔστω κατ’ αὐτοῦ τὰ γε|γραμμένα ἐν τῶι νόμωι. ὅπως δὲ πάντα | διοικεῖται κατά τε τὰν διαθήκαν καὶ τὸν | νόμον καὶ τὰ δόξαντα τῶι κοινῶι δυνα|τῶς ἐς πάντα τὸν χρόνον, αἱρείσθω τὸ || κοινόν, εἴ κά τινες μὴ ποιῶντι τὰ κατὰ | τὸν νόμον εἲ τὰν διαθήκαν εἲ τὰ δόξαν|τα, ἄνδρας ὅσος κα δόξει, οἵτινες πάντα | πραξοῦντι καθότι κα δόξει τῶι κοινῶι· | καὶ ἐγγραφέτω καὶ τὰν τούτων αἵρεσιν ὁ || ἐπίσσοφος· εἰ δέ κα ὁ ἐπίσσοφος μὴ προ|αιρεῖται ἐγγράφεν, παραχρῆμα τὸ κοινὸν ἀ|πο[δειχθή]τω ἄνδρα τὸν ἐγγραψοῦντα· ὁ δὲ | αἱρεθεὶς γραφέτω πάντα τὰ δόξαντα | τῶι κοινῶι· ἃ δέ κα δόξει τοῖς πλείοσι τοῦ || κοινοῦ, ταῦτα κύρια ἔστω πλ[ὰ]ν ὑπὲρ δια|λύσεως· ὑπὲρ δὲ τούτου μὴ ἐχέτω ἐξου|σίαν μηθεὶς μήτε εἶπαι μήτε γράψαι, ὡς δε|είσῃ διαλῦσαι τὸ κοινὸν εἲ τὰς θυσίας τὰς | προγεγραμμένας, εἲ τῶν τοῦ κοινοῦ τι || κακῶσαι ἢ διελέσθαι ἢ τοῦ ἀρχαίου τι κα|ταχρήσασθαι· εἰ δέ τίς κα ἢ εἴπει ἢ γράψει, | τό τε ῥηθὲν ἢ γραφὲν ἄκυρον ἔστω καὶ ὁ | εἴπας ἢ γράψας στερέσθω τοῦ κοινοῦ καὶ ὁ|φειλ[έ]τω αὐτῶι δραχμὰς πεντακοσίας || καὶ πρακτὸς ἔστω καὶ ἀπὸ ἐνεχυρασίας | κατὰ τὸς νόμος ὑπὸ τοῦ χρῄζοντος τῶν | συγγενῶν. ὅπως δὲ ἐπίσσοφός τε ἀπο|δειχθῇ, καὶ ὁ αἱρεθεὶς ἐγγράφει πάντα τὰ | κατὰ τὸν νόμον, συναχθήτω σύλλογος || ἐπὶ ἐφόρων τῶν σὺν Ἱμέρτωι μηνὸς Διοσ|θύου δεκάται καὶ αἱρεθήτω ἐπίσσοφος· | οὗτος δὲ ἐγγραφέτω τά τε κατὰ τὸν | νόμον πάντα, προνοειθήτω δὲ καὶ ὅ|πως ὁ νόμος ἀναγραφῇ καὶ ἁ διαθήκα ἔς || τε τὰν ὑπόβασιν τῶν ἀγαλμάτων τῶν | ἐν τῶι Μουσείωι, καὶ ἐς δέλτον ξυλογρα|φηθεῖ, κατασκευωθῇ δὲ καὶ γλωσσοκό|μον ἐς ὃ ἐμβαλοῦμες τὰ τοῦ κοινοῦ | γράμματα· καὶ ὅπως αἱρεθεῖ ἀνὴρ γραμ||ματοφύλαξ, ὅστις παραλαβὼν διὰ λοι|[π]οῦ παρὰ τοῦ ἐπισσόφου τὰν τε δέλτον | ἔχουσαν τὸν νόμον καὶ τάν διαθήκαν ἐ|ξυλογραφημέναν καὶ τὸ γλωσσοκόμον | καὶ τὰ ἐν αὐτῶι βυβλία φυλαξεῖ, ἐς ὅ κα || δόξει τῶι κοινῶι, καὶ οἰσεῖ ἐπὶ τὸς συλ|λόγος· εἰ δέ κα ἄλλον ἕληται τὸ κοινὸν | γραμματοφύλακα, ἀποδωσεῖ τῶι αἱρε|θέντι μετ’ αὐτὸν ἐν συλλόγωι δι’ ἀπολόγου.

Item added: February 4, 2012
Item modified: September 6, 2018
ID number: 1671
Short link address:
http://www.philipharland.com/greco-roman-associations/?p=1671

Leave a Question, Comment or Correction

Your email address will not be published. Required fields are marked *

*